Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.277 Joseph. AJ 5.282 (English) >>Joseph. AJ 5.287

5.280 δὲ βουλομένη τὴν ἄλογον τἀνδρὸς λύπην σταλῆναι τὸν θεὸν ἱκέτευε πάλιν πέμψαι τὸν ἄγγελον, ὡς ἂν καὶ τῷ ἀνδρὶ αὐτῆς ὁραθείη. καὶ παραγίνεται πάλιν κατὰ χάριν τοῦ θεοῦ ἄγγελος ὄντων ἐν τῷ προαστείῳ καὶ τῇ γυναικὶ φαίνεται τοῦ ἀνδρὸς μεμονωμένῃ. δʼ ἐπιμεῖναι δεηθεῖσα ὡς ἂν ἀγάγοι τὸν ἄνδρα συγχωρήσαντος μέτεισι τὸν Μάνωχον. 5.281 δὲ θεασάμενος οὐδʼ οὕτως ἐπαύετο τῆς ὑπονοίας ἠξίωσέ τι καὶ αὐτῷ δηλοῦν ὅσα καὶ τῇ γυναικὶ μηνύσειεν. ἀρκέσειν δὲ φράσαντος ταύτην μόνην εἰδέναι, τίς εἴη λέγειν ἐκέλευεν, ἵνα τοῦ παιδὸς γενομένου χάριν αὐτῷ καὶ δωρεὰν παράσχωσι. 5.282τοῦ δὲ μηδέ τινων αὐτῷ δεῖσθαι φήσαντος, οὐδὲ γὰρ κατὰ χρείαν ταῦτα εὐαγγελίσασθαι περὶ τῆς τοῦ παιδὸς γονῆς, τοῦ δὲ μεῖναι παρακαλοῦντος καὶ ξενίων μετασχεῖν οὐκ ἐπένευσε, πεισθεὶς δʼ ὅμως λιπαροῦντος ἐπιμεῖναι ὡς ἂν ξένιον αὐτῷ τι κομίσῃ, 5.283καὶ θύσαντος ἔριφον τοῦ Μανώχου καὶ τοῦτον ὀπτᾶν τῇ γυναικὶ κελεύσαντος, ἐπεὶ πάντʼ ἦν εὐτρεπῆ, προσέταξεν ἐπὶ τῆς πέτρας ἀποθέσθαι τούς τε ἄρτους καὶ τὰ κρέα χωρὶς τῶν ἀγγείων. 5.284καὶ ποιησάντων ἅπτεται τῇ ῥάβδῳ εἶχε τῶν κρεῶν, τὰ δὲ λάμψαντος πυρὸς ἅμα τοῖς ἄρτοις ἐκαίετο καὶ ἄγγελος διὰ τοῦ καπνοῦ ὥσπερ ὀχήματος ἀνιὼν εἰς οὐρανὸν αὐτοῖς φανερὸς ἦν. Μανώχην δὲ φοβούμενον, μή τι σφαλερὸν αὐτοῖς ἐκ τῆς ὄψεως τοῦ θεοῦ γένοιτο, θαρσεῖν γυνὴ παρεκελεύετο· ἐπὶ γὰρ συμφέροντι τῷ αὐτῶν τὸν θεὸν αὐτοῖς ὁραθῆναι.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.277 Joseph. AJ 5.282 (English) >>Joseph. AJ 5.287

Powered by PhiloLogic